Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
  2. οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
  3. ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
  4. κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
  5. ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
  6. ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
  7. ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
  8. ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,
  9. ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
  10. οὐδέ με θνητός ἀνὴρ δύνατʼ ἐν λεχέεσσι δαμάσσαι
  11. φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
  12. μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
  13. ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
  14. ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
  15. ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀκάχησε.
  16. τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ίοῦσα
  17. κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
  18. ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
  19. μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.
  20. ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ