Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κήτεα μυρομένῃσιν· ἔσαν δʼ ἄφαρ ᾗχι νέοντο
  2. παῖδα κασιγνήτης κρατερόφρονα κωκύουσαι
  3. ἐκπάγλως. Μοῦσαι δὲ θοῶς Ἑλικῶνα λιποῦσαι
  4. ἤλυθον ἄλγος ἄλαστον ἐνὶ στέρνοισιν ἔχουσαι
  5. ἀρνύμεναι τιμήν ἑλικώπιδι Νηρηίνῃ·
  6. Ζεύς δὲ μέγʼ Ἀργείοισι καὶ ἄτρομον ἔμβαλε θάρσος,
  7. ὄφρα μὴ ἐσθλὸν ὅμιλον ὑποδδείσωσι θεάων
  8. ἀμφαδὸν ἀθρήσαντες ἀνά στρατόν· αἱ δʼ Ἀχιλῆος
  9. ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
  10. πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
  11. δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
  12. δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
  13. μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
  14. καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
  15. μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
  16. παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
  17. γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
  18. γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
  19. ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
  20. αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ