Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σεῦ ἀπονοσφισθεῖσα δυαάμμορος· ὡς ὄφελόν με
- γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι.
- ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα
- δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς
- μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν
- οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας
- ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ
- πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε
- ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη
- τήκεθʼ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.
- καὶ τότε δή ῥʼ ἐσάκουσαν ὀρινομένοιο γόοιο
- θυγατέρες Νηρῆος, ὅσαι μέγα βένθος ἔχουσι·
- πάσῃσιν δʼ ἀλεγεινόν ὑπὸ κραδίην πέσεν ἄλγος·
- οἰκτρὸν δʼ ἐστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος·
- ἀμφὶ δὲ κυανέοισι καλυψάμεναι χρόα πέπλοις
- ἐσσυμένως οἴμησαν, ὅπῃ στόλος ἔπλετἈχαιῶν,
- πανσυδίῃ πολιοῖο διʼ οἴδματος· ἀμφὶ δʼ ἄρα σφι
- νισσομένῃσι θάλασσα διίστατο· ταὶ δʼ ἐρέροντο
- κλαγγηδόν, κραιπνῇσιν ἐειδόμεναι γεράνοισιν
- ὀσσομένῃς μέγα χεῖμα· περιστενάχοντο δὲ λυγρὸν