Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
  2. ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
  3. δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δʼ ἁπαλοῖο
  4. δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν
  5. θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
  6. φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
  7. ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
  8. τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·
  9. ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα·
  10. οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα,
  11. οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης,
  12. ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ
  13. καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν
  14. ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης
  15. πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων
  16. ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ·
  17. καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα.
  18. νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος
  19. Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος·
  20. καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας