Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
- τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
- στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
- δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων·
- θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
- σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
- οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
- χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
- βριθύτερον δʼ ἄρʼ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι.
- Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
- Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις
- ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
- ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτός
- Λῆμνόν τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον
- Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
- ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
- στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
- ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
- τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας·
- πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον