Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει
  2. μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.
  3. καί σφιν ὀδυρομένοισα τάχʼ ἤλυθε κυανέη νύξ,
  4. εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς
  5. Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος
  6. μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο·
  7. Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον,
  8. νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο
  9. σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς
  10. κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
  11. ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
  12. λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
  13. αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
  14. καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός·
  15. αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
  16. ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
  17. θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι
  18. καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
  19. ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι·
  20. ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον