Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς·
- ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- γωρυὸς καὶ τόξα μὲγʼ ἴαχεν· ἐκ δέ οἱ ὄσσων
- πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δʼ ὑπεκίνυτο γαῖα.
- σμερδαλέον δʼ ἤϋσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα
- τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα
- θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ·
- χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν
- οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν,
- μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ.
- ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν·
- ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο·
- τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην·
- Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι
- ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων;
- ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦ
- ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου
- Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο.
- ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων
- ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα.