Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον·
- ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων,
- ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν·
- ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται
- δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας,
- οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα·
- νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται.
- Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι
- θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος
- ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης,
- ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω
- εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος.
- ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ
- κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα·
- τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν·
- ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο.
- ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο
- ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται
- σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ
- ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι·