Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα·
  2. τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς
  3. πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων,
  4. καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας
  5. στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι
  6. πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει
  7. θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ.
  8. καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα.
  9. νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ
  10. ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος [*](Zimmermann, for qumo\s of MSS.) ἰάπτει
  11. λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα
  12. πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω
  13. κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται·
  14. οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος
  15. πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος
  16. ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν
  17. δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη,
  18. ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.
  19. ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων.
  20. πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων·