Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αὐτὴ μὲν φήμη [*](Zimmermann, for au)th=| su\n fh/mh|, sith lacuna, of Koechly.) μιν ἀπορραίσει τάχα θυμόν·
- ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι·
- εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα,
- ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει
- αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι,
- Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·
- ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν.
- ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα.
- Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν
- ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο·
- καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ·
- ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον
- κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
- πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε
- ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα,
- οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας
- φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο,
- καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν
- καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον
- κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε