Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος
- ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης
- ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον·
- ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων,
- κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο
- ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ,
- τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν·
- οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι
- ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα
- εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι
- καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι
- ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει· [*](Zimmermann, for e)pessu/menos polemi/zein of MSS.)
- εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ,
- οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν·
- ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι,
- ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν·
- ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην
- νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα.
- ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς
- ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας·