Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα.
  2. οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων
  3. οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες
  4. καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς
  5. πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται·
  6. τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή,
  7. οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο
  8. κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις,
  9. οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη
  10. Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.
  11. Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα
  12. εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος·
  13. ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος·
  14. οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων,
  15. ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο.
  16. Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει
  17. πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα,
  18. βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς
  19. ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο.
  20. τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας,