Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ
  2. ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς
  3. ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων
  4. λαιψηροῖς βελέεσσιν, ὁ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ
  5. πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο
  6. μητρὸς ἑῆς· ἡ δʼ υἷα περιστονάχησε πεσόντα
  7. ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ·
  8. τοῖος ἄρʼ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ
  9. χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν
  10. λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου.
  11. θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον
  12. ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι·
  13. μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων,
  14. τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν,
  15. αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι
  16. νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας,
  17. μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ·
  18. κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς
  19. πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι
  20. χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες,