Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ
- ἄχρις ἐφʼ Ἑλλήσποντον ἀπʼ εὐρυχόροιο πόληος
- αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα.
- ὡς δʼ ὅτε λήιον αὖον ὑπʼ ἀμητῆρσι πέσῃσι
- πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται
- βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπʼ ἔργῳ
- ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν·
- ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ
- κεῖντο πολυκλαύτοιο λελας μένοι ἰωχμοῖο
- πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες
- σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας,
- πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ
- ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων.
- τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες
- ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες
- κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων·
- ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο
- ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν,
- καὶ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων
- κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου,