Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον,
  2. οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
  3. αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι
  4. πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα·
  5. ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
  6. χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
  7. οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
  8. πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων
  9. κίρκος ἐπισσεύει, τοὶ δʼ ἰλαδὸν ἄλλος ἐπʼ ἄλλῳ
  10. ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα·
  11. ὣς οἵ γʼ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα
  12. φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν
  13. Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν,
  14. ὅς ῥʼ ἕπετʼ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας.
  15. καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν,
  16. εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα
  17. βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε·
  18. τοὺς δʼ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα,
  19. ἤϊεν ἐς πεδίον, χθόνα δʼ οὐ ποσὶ μάρπτεν ἑοῖσιν
  20. ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι·