Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
- κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
- ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
- μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ
- ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
- ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
- τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
- ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
- βαιὸν ἔτʼ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα·
- οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
- ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
- τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
- ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
- σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ
- ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
- νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
- ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.
- ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
- οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος.
- οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι