Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν
  2. ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί·
  3. ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς
  4. ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη
  5. βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ
  6. δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος
  7. ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ
  8. θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών.
  9. τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς,
  10. οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
  11. πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
  12. προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
  13. ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
  14. εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται
  15. λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
  16. ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
  17. ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
  18. μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
  19. ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης
  20. Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.