Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι
- κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
- πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
- χερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
- φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
- αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
- Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
- μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.
- Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν
- δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα
- δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα
- Ξάνθου καὶ Σιμόεντος· ὁ δʼ ἑσπόμενος κεράϊζε
- μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς.
- καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε
- θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας
- δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον
- ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ,
- εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ,
- ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων.
- αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς