Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τεῦχον, ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.
- Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι
- κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ
- ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος.
- ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων
- μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί.
- κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα
- Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου·
- τῷ δʼ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη
- Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι
- Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς
- Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ
- δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια,
- ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων
- πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔλχεϊ μαιμώωντι
- κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων
- υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε
- πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν
- ἔβλυσεν αἷμα κελαινόν· ὁ δʼ ἕλκεος οὐκ ἀλέγιζεν,