Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο
- ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο
- αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς
- μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι
- μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα,
- κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
- ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα
- Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα
- κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος·
- ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι
- βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο
- πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν
- εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ
- δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ.
- αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ
- μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας
- χειρὸς δεξιτερῆς· ὁ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν
- ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω·
- ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες,
- οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος, ἄλλα τε πάντα