Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας·
- ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ
- ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος
- ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν.
- σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης
- ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι·
- οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι,
- οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο
- νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα·
- ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε
- ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι.
- ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο
- μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν
- ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς
- δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.
- ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς
- ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην.
- πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι
- Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί,
- ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ