Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ,
- ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης
- ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης,
- τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται,
- εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας.
- τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο
- παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος·
- καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν
- οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν·
- ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ,
- ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει.
- Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ
- Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων,
- καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ·
- Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων
- Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα
- ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι
- οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.
- ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη,
- ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα.