Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο
- ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν,
- Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ
- ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο,
- εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ.
- ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας,
- ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ
- ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς,
- ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες
- αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι,
- αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται
- ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας
- κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται
- καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς
- ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν·
- ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν,
- ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας
- Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον.
- εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον
- ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα,