Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠὲ σαωθέντες ποτὶ Ἴλιον εἰρύσσωμεν
  2. ἵπποις Ἑκτορέοισι δεδουπότα Πηλείωνα,
  3. οἵ μʼ ἐς δηιοτῆτα κασιγνήτοιο θανόντος
  4. ἀχνύμενοι φορέουσιν ἑὸν ποθέοντες ἄνακτα·
  5. τοῖς εἴ πως ἐρύσαιμεν Ἀχιλλέα δῃωθέντα,
  6. ἵπποις μὲν μέγα κῦδος ὀρέξομεν ἠδὲ καὶ αὐτῷ
  7. Ἕκτορι, εἴ γέ τίς ἐστι κατʼ Ἄϊδος ἀνθρώποισιν
  8. ἢ νόος ἠὲ θέμιστες· ὁ γὰρ κακὰ μήσατο Τρῶας.
  9. καί μιν Τρωιάδες μεγάλα φρεσὶ καγχαλόωσαι
  10. ἀμφιπεριστήσονται ἀνὰ πτόλιν, ἠΰτε λυγραὶ
  11. πορδάλιες τεκέων κεχολωμέναι ἠὲ λέαιναι
  12. ἀνδρὶ πολυκμήτῳ μογερῆς ἐπιίστορι θήρης·
  13. ὣς Τρῳαὶ περὶ νεκρὸν ἀποκταμένου Ἀχιλῆος
  14. ἀθρόαι ἀΐξουσιν ἀπειρέσιον κοτέουσαι,
  15. αἱ μὲν ὑπὲρ τοκέων κεχολωμέναι, αἱ δὲ καὶ ἀνδρῶν,
  16. αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.
  17. γηθήσει δὲ μάλιστα πατὴρ ἐμὸς ἠδὲ γέροντες,
  18. ὅσσους οὐκ ἐθέλοντας ἐν ἅστεϊ γῆρας ἐρύκει,
  19. τόνδʼ ἡμεῖς εἴπερ τε ποτὶ πτόλιν εἰρύσσαντες
  20. θήσομεν οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν.