Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- δείλαιοι μέγα θῆρα πεφυζότες· ὣς ἄρα λαοὶ
- Τρώων ἱπποπόλων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων
- ὑστατίην Ἀχιλῆος ὑποτρομέεσκον ὁμοκλήν,
- ἐλπόμενοί μιν ἔτʼ ἔμμεν ἀνούτατον. ὃς δʼ ὑπὸ πότμῳ
- θυμὸν τολμήεντα καὶ ὄβριμα γυῖα βαρυνθεὶς
- ἤριπεν ἀμφὶ νέκυσσιν ἀλίγκιος οὔρεϊ μακρῷ·
- γαῖα δʼ ὑπεπλατάγησε, καὶ ἄσπετον ἔβραχε τεύχη
- Πηλείδαο πεσόντος ἀμύμονος. οἱ δʼ ἔτι θυμῷ
- δήιοι εἰσορόωντες ἀπειρέσιον τρομέεσκον·
- ὡς δʼ ὅτε θῆρα δαφοινὸν ὑπʼ αἰζηοῖσι δαμέντα
- μῆλα περιτρομέουσι παρὰ σταθμὸν ἀθρήσαντα
- βλήμενον, οὐδέ οἱ ἄγχι παρελθέμεναι μεμάασιν,
- ἀλλά μιν ὡς ζώοντα νέκυν περιπεφρίκασιν·
- ὣς Τρῶες φοβέοντο καὶ οὐκέτʼ ἐόντʼ Ἀχιλῆα.
- ἀλλὰ καὶ ὣς ἐπέεσσι Πάρις μέγα θαρσύνεσκε
- λαόν, ἐπεὶ φρεαὶν ᾗσιν ἐγήθεεν· ἦ γὰρ ἐώλπει
- Ἀργείους παύσασθαι ἀμαιμακέτοιο κυδοιμοῦ
- Πηλείδαο πεσόντος· ὁ γὰρ Δαναοῖς πέλεν ἀλκή·
- ὦ φίλοι, εἰ ἐτεόν μοι ἀρήγετε εὐμενέοντες,
- σήμερον ἠὲ θάνωμεν ὑπʼ Ἀργείοισι δαμέντες,