Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος [*](Ludsich, for καὶ μεμαῶτος of v.)
  2. ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
  3. ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε [*](Zimmermann, for κέασε of MSS.) δέ οἱ θαλερὸν κῆρ.
  4. Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας
  5. ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
  6. ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.
  7. Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
  8. γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης
  9. ἐκπνείων, αἰχμὴ δὲ διʼ οὔατος ἐξεφαάνθη.
  10. καὶ τοὺς μὲν κατέπεφνε καταντίον ἀΐσσοντας
  11. δῖος ἀνήρ· πολλῶν δὲ καὶ ἄλλων θυμὸν ἔλυσε
  12. φευγόντων· ἔτι γάρ οἱ ἐνὶ φρεσὶν ἔζεεν αἷμα.
  13. ἀλλʼ ὅτε οἱ ψύχοντο μέλη καὶ ἀπήιε θυμός,
  14. ἔστη ἐρεισάμενος μελίῃ ἔπι· τοὶ δʼ ἐπέτοντο
  15. πανσυδίῃ τρομέοντες, ὁ δέ σφισι τοῖον ὁμόκλα·
  16. ἆ δειλοὶ Τρῶες καὶ Δάρδανοι, οὐδὲ θανόντος
  17. ἔγχος ἐμὸν φεύξεσθε ἀμείλιχον, ἀλλʼ ἅμα πάντες
  18. τίσετʼ ἄρʼ αἰνὸν ὄλεθρον Ἐριννύσιν ἡμετέρῃσιν.
  19. ὣς φάτο· τοὶ δʼ ἀΐοντες ὑπέτρεσαν, εὖτʼ ἐν ὄρεσσι ὄρεσσι
  20. φθόγγον ἐριβρύχοιο νεβροὶ τρομέωσι λέοντος