Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
- ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐακύζοντο
- ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
- ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
- κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
- κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
- ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ
- Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
- ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
- οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
- βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
- ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
- θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
- λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα
- σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
- ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
- θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
- ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
- πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,
- Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω [*](Zimmermann, for ἀνὰ of MSS.) κροτάφοιο τυχήσας·