Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
- παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
- καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο·
- δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
- ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα
- ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
- τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ
- αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.
- αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
- δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
- αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
- καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
- πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες
- Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
- Νέστορι ἦρα φέροντας· ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ·
- ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
- θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
- Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
- σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
- καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα