Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
- βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
- ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
- φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
- καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
- μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
- ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
- φεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα
- γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν·
- καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα
- ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
- ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα
- σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο
- φωνῆς ἱεμένοιο· ταχὺς δʼ ἅμʼ ἀπέπτατο θυμός.
- Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,
- οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι
- ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι
- αἰνοῦ ὑπʼ ἀγκίστροιο, βαλέσθαι τʼ εἰς ἅλα δῖαν
- δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς
- ἰθὺ καὶ αἶψα τρίαιναν ἐπʼ ἰχθύσι νωμήσασθαι·