Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
  2. τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
  3. δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
  4. γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
  5. ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι
  6. φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
  7. ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
  8. δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον
  9. τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ
  10. αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
  11. εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
  12. Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
  13. Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
  14. δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
  15. παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος.
  16. Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
  17. ὃς τράφη ἐν Κνωσσῷ, ὁ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
  18. ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων·
  19. καί ῥʼ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
  20. λαιμόν, ὁ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα