Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα.
  2. Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε [*](Zimmermann, for βάλε of v.) φαίδιμον Ἕλλον,
  3. τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ
  4. Κλειτὼ καλλιπάρῃος· ὁ δʼ ἐν κονίῃσι τανύσθη
  5. πρηνής· τοῦ δʼ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν
  6. ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ
  7. χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι
  8. μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα,
  9. ἀλλʼ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος
  10. οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ
  11. ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ·
  12. ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν
  13. ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.
  14. αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον
  15. ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ
  16. ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα
  17. αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ
  18. ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα·
  19. λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα.
  20. Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δ ʼ Ἀγαμέμνων,