Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ
- τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη·
- ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ
- στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην,
- ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον·
- ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι
- ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης
- λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος
- φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες
- οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται·
- πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν,
- ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο·
- ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει,
- μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην.
- Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν,
- ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
- ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
- Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
- τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
- θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ