Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον
- ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.
- ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο
- δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον
- μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ,
- ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους,
- μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο
- νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα.
- καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος
- καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων
- ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα·
- ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου
- θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι
- ἐσσυμένως, ἡ δʼ οὔτι λιλαιομένη φιλότητος
- ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή,