Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο·
- ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα
- διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς.
- οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο
- ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ
- καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας
- ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα·
- πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη
- καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι.
- τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη
- μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος
- πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε
- λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.
- ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι
- νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον.