Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει
  2. χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δʼ ἄρʼ ὑπʼ Εὔρῳ
  3. ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ
  4. ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι
  5. δεύονθʼ, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα
  6. πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ·
  7. ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ
  8. τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο.
  9. αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν·
  10. ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο,
  11. ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν
  12. γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι
  13. αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο·
  14. ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι,
  15. ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι·