Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κείνου ἀποφθιμένοιο καὶ αὐτῇ Κῆρες ἕπεσθαι
  2. ἐσσυμένως· ὣς γάρ οἱ ἐπέκλωσεν Διὸς Αἶσα.
  3. τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης
  4. οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε [*](Verse supplied by Zimmermann, ex P.)
  5. λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ
  6. Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη,
  7. ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ.
  8. καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο,
  9. τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη
  10. γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας
  11. ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης·
  12. πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
  13. ἡ δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
  14. εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ·
  15. τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,