Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
- αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον
- ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
- μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
- Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
- καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
- ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
- χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
- ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
- ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
- Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
- ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
- ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
- οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
- ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο