Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἴ γάρ μοι μέγα θηρὸς ὑπὸ κραδίῃ μένος εἴη
  2. δαρδάψαι δέο σάρκας, ἔπειτα δέ θʼ αἷμα λαφύξαι,
  3. οἷά με πήματʼ ἔοργας ἀτασθαλίῃσι πιθήσας.
  4. σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐϋστέφανος Κυθέρεια;
  5. πῇ δὲ πέλει γαμβροῖο λελασμένος ἀκάματος Ζεύς;
  6. τοὺς ἔχʼ ἀοσσητῆρας· ἐμῶν δʼ ἀπὸ τῆλε μελάθρων
  7. χάζεο, καὶ μακάρεσσι καὶ ἀνδράσι πῆμʼ ἀλεγεινόν·
  8. σεῖο γὰρ εἵνεκʼ, ἀλιτρέ, καὶ ἀθανάτους ἕλε πένθος,
  9. τοὺς μὲν ἐφʼ υἱωνοῖς, τοὺς δʼ υἱάσιν ὀλλυμένοισιν.
  10. ἀλλά μοι ἔρρε δόμοιο καὶ εἰς Ἑλένην ἀφίκανε,
  11. ἧς σε χρεὼν νυκτός τε ταὶ ἤματος ἀσχαλόωντα
  12. τρύζειν πὰρ λεχέεσσι πεπαρμένον ἄλγεϊ λυγρῷ
  13. εἰσόκε σʼ ἰήνειεν ἀνιηρῶν ὀδυνάων.
  14. ὣς φαμένη γοόωντα φίλων ἀπέπεμπε μελάθρων,
  15. νηπίη· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλον