Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Βασσαρίδων ἅτε μάντις, ἐπεσσομένῃσι δὲ νύμφαις
- ὄψιμον ἀγχιτόκοισιν ἐπωνυμίην πόρε κισσοῦ.
- καὶ βαρὺν ὄγκον ἔχουσα θεηγενέος τοκετοῖο,
- εἴ ποτέ τις σύριγγι γέρων ἐμελίζετο ποιμήν,
- γείτονος εἰσαΐουσα φιλαγραύλου μέλος Ἠχοῦς,
- οἰοχίτων θαλάμοιο διέστιχε θυιάδι ῥιπῇ·
- εἰ κτύπος οὐρεσίφοιτος ἀκούετο δίζυγος αὐλοῦ,
- ὑψορόφων ἀπέδιλος ἀναθρῴσκουσα μελάθρων
- εἰς ῥάχιν αὐτοκέλευστος ἐρημάδος ἔστιχεν ὕλης·
- κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
- λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·
- εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
- ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·
- πολάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
- Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
- καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
- εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δʼ ἀλόχευτος ἐχέφρων
- ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ
- αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
- ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.