Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
- ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὲ δὲ κούρῳ
- ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
- καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
- καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
- Βάκου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
- αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
- καὶ φρενὶ κερδαλέῃ δκολιὴν ἐφράσσατο βουλὴν
- Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν
- ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ
- ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
- ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν
- βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ
- χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·
- καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος
- σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωαάν·
- κλεψινόοις δʼ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
- καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·
- ἀμφοτέρας δʼ ἐρέθιζε· τόσῳ δʼ ἠνίπαπε μύθῳ·
- Δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμθίον, Ἥρη,