Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καί ποτέ τις λέξειεν, ὅτι Κρονίδης πόρε τιμὴν
- νερτερίῳ Μίνωι καὶ οὐρανίῳ Διονύσῳ.
- ἀλλὰ μετʼ Αὐτονόης βροτὸν υἱέα καὶ τόκον Ἰνοῦς,
- τὸν μὲν ἑοῖς σκυλάκεσσι δεδουπότα, τὸν δὲ τοκῆος
- παιδοφόνου μέλλοντα θανεῖν πτερόεντι βελέμνῳ,
- καὶ μετὶ λυσσαλέης μινυώριον υἱὸν Ἀγαύης
- ἄφθιτον υἷα λόχευε, καὶ ἀθανάτην σε καλέσσω·
- ὀλβίη, ὅττι θεοῖσι καὶ ἀνδράσι χάρμα λοχεύσεις
- υἱέα κυσαμένη βροτέης ἐπίληθον ἀνίης.
- ὄγδοον αἰολόμυθον ἔχει φθόνον ἄγριον Ἥρης καὶ Σεμέλης πυρόεντα γάμον καὶ Ζῆνα φονῆα.
- ὣς εἰπὼν ἐς Ὄλυμπον ἔβη θεός· ἐν δὲ μελάθρῳ
- ὑψορόφῳ νόον εἶχεν ἀλώμενον ἐγγύθι νύμφης,
- Θήβης οἶστρον ἔχων πλέον αἰθέρος· ἱμερόεις γὰρ
- οὐρανὸς ἦν Κρονίδῃ Σεμέλης δόμος, ἀμφὶ δὲ παστῷ
- ἀμφίπολοι Κάδμοιο Διὸς πέλον εὔποδες Ὧραι.
- καὶ γαμίῃ ῥαθάμιγγι Διιπετέων ὑμεναίων
- ὄγκῳ θλιβομένη Σεμέλης κυμαίνετο γαστήρ·
- μαρτυρίῃ δὲ τόκοιο φιλοστεφάνου Διονύσου
- στέμματι θυμὸν ἔτερπεν, ἐπʼ ἀνθοκόμῳ δὲ καρήνῳ
- θυιάδος αὐτοέλικτον ἀνέπλεκε κισσὸν ἐθείρης