Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
- ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·
- οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας
- Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,
- ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ
- ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
- οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ
- θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι·
- οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης