Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ
  2. ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
  3. ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
  4. νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
  5. ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
  6. αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
  7. ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
  8. εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
  9. ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·