Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἱ μὲν ἐπεκλήισσαν ἀμοιβαδίς, ἐξαπίνης δὲ
- αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,
- καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας
- ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.
- οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·
- Σειληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται
- ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
- κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς
- πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις
- κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,