Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.
  2. φρικαλέαι δʼ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι·
  3. καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν
  4. πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων
  5. μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
  6. ἤδη δʼ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ
  7. ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων·
  8. καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,
  9. πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ
  10. λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,