Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη.
- καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου
- ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,
- οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου·
- πηγαίη δʼ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
- καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης
- Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς·
- οἰνοφόρῳ δʼ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,
- καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δʼ ἀστοῖς
- ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·