Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. στεινομένων νεφεληδόν· ἔην δʼ ἑτερόκτυπος ἠχώ.
  2. καὶ στόλος ἀμφοτέρων τετράζυγον εἶχεν Ἐνυώ,
  3. ὧν ὁ μὲν ἀντιπόροιο περὶ ῥάχιν αἴθοπος Εὔρου,
  4. ὃς δὲ Λιβὸς δροσεροῖο παρὰ πτερόν, ὃς δὲ Βορῆος,
  5. καὶ Νοτίην παρὰ πέζαν. ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  6. Μορρεὺς μὲν ταχύγουνος ἀφʼ ὁλκάδος ὁλκάδα βαίνων
  7. Βασσαρίδων ἐφόβησεν ἁλιπτοίητον Ἐνυώ,
  8. ἶσος ἀριστεύων καὶ ἐν ὕδασιν· ἀλλὰ ἑ θύρσῳ
  9. Εὔιος οὐτήσας διερῆς ἀνεσείρασε χάρμης,
  10. καὶ μογέων ὀδύνῃσιν ἐπὶ πτόλιν ᾤχετο Μορρεύς.
  11. ὄφρα μὲν ἔνθεον ἕλκος, ὅ μιν λάχε, δαιμονίη χεὶρ
  12. λυσιπόνου Βραχμῆνος ἀκέσσατο Φοιβάδι τέχνῃ,
  13. θεσπεσίῃ λάλον ὕμνον ὑποτρύζοντος ἀοιδῇ,
  14. τόφρα δὲ δυσμενέεσσιν ἐπέχραε Λύδιος Ἄρης.
  15. τοῖσι μὲν ἐγρεκύδοιμος ἕην πλόος, εἶχε δʼ Ἐνυὼ
  16. ναυτιλίης προκέλευθον, ἁλισμαράγου δὲ κυδοιμοῦ
  17. ἦν κλόνος ἀμφοτέρων ἑτερότροπος· ἀντιβίων γὰρ
  18. ὅσσοι μὲν κραναοῖσιν ὀιστεύοντο βελέμνοις
  19. ἢ φονίοις πετάλοισιν ἢ ἔγχεσιν ἠὲ μαχαίραις,
  20. χεῖρας ἐρετμώσαντες ἀήθεας εἰς μέλαν ὕδωρ