Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πομπίλον ἄλλος ἔτυψε καταιχμάζων Διονύσου·
- ἔγχεϊ δʼ ἠκόντιζε Κορύμβασος, ὄφρα τυχήσῃ
- ὁλκαίης Σατύροιο, παραΐξασα δὲ λόγχη
- ἰχθύος ὑγροπόροιο κατέγραφε δίζυγον οὐρὴν
- θηγαλέῃ γλωχῖνι· τιτυσκόμενος δὲ σιδήρῳ
- εἰς σκοπὸν ἀχρήιστον ἀνουτήτου Διονύσου
- Δηριάδης δόρυ πέμπεν, ἀποπλαγχθεῖσα δὲ Βάκχου
- εἰς ῥαχίην δελφῖνος ἐποίπνυε λοίγιος αἰχμή,
- κυρτὸς ὅπῃ λοφιῇσι συνάπτεται ἰχθύος αὐχήν,
- δελφὶς δʼ αὐτοέλικτος ἐθήμονι κυκλάδι νύσσῃ
- ἡμιθανὴς σκίρτησε χορίτιδος ἅλματι Μοίρης·
- πολλοὶ δʼ ἔνθα καὶ ἔνθα κυβιστητῆρες ὀλέθρου
- ἰχθύες ὠρχήσαντο χαρασσομένων ἀπὸ νώτων.
- καὶ Στερόπης προμάχιζεν· ἀερσιπόδης δʼ Ἁλιμήδης
- χειρὶ λαβὼν πρηῶνα θαλασσοτόκοιο κολώνης
- ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἔδυνε δὲ φοιταλέη νηῦς
- τρηχαλέου βληθεῖσα λίθου τροχοειδέι κύκλῳ.
- καί τις ἀκοντισθεῖσα διʼ ὁλκάδος ὁλκάδι γείτων
- ἀμφοτέρας ἔζευξεν ἁλίδρομος ἔγχεος αἰχμή,
- νῆας ἐπισφίγξασα δύω ξυνήονι δεσμῷ