Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἴθμασιν ἀσταθέεσσιν ἐτυμβεύοντο θαλάσσης·
- εἰ δέ τις εἰς ἅλα πῖπτε τυπεὶς Βρομίοιο μαχητής,
- αἰθύσσων παλάμας ἐπενήχετο κύματα τέμνων
- χερσὶ θαλασσομόθοισιν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
- μαρνάμενος ῥοθίοισι μετʼ ἀνέρας ἔσχισεν ὕδωρ.
- εἰναλίης δὲ τάλαντα μάχης ἔκλινε Κρονίων,
- νίκην ὑδατόεσσαν ἐπεντύνων Διονύσῳ·
- καὶ βυθίῳ τριόδοντι κορύσσετο κυανοχαίτης
- μαρνάμενος δηίοισι, καὶ ἄβροχον ἡνιοχεύων
- ἅρμα Ποσειδάωνος ἐβακχεύθη Μελικέρτης.
- καὶ πισύραις κατὰ πόντον ἐφιππεύοντες ἀέλλαις
- κύματα πυργώσαντες ἐθωρήχθησαν ἀῆται,
- δυσμενέων ἐθέλοντες ἀιστῶσαι στίχα νηῶν,
- οἱ μὲν Δηριαδῆος ἀρηγόνες, οἱ δὲ Λυαίου·
- καὶ Ζέφυρος κεκόρυστο, Νότος δʼ ἐπεσύρισεν Εὔρῳ,
- καὶ Βορέης Θρήισσαν ἄγων ἀντίπνοον αὔρην
- ἄγρια μαινομένης ἐπεμάστιε νῶτα θαλάσσης.
- καὶ στόλον ἰθύνουσα μαχήμονα Δηριαδῆος
- ὑσμίνης Ἔρις ἦρχε· Διωνύσοιο δὲ νηῶν
- Ἰνδοφόνῳ παλάμῃ κολπώσατο λαίφεα Νίκη.