Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ Θέτις χραίσμησε χαριζομένη Διονύσῳ,
  2. καὶ δέμας ἀλλάξασα παρίστατο Χαλκομεδείῃ,
  3. Βάκχης δʼ εἶδος ἔχουσα παρήγορον ἴαχε φωνήν·
  4. τέτλαθι, Χαλκομέδη, μὴ δείδιθι Μορρέος εὐνήν·
  5. αἴσιον ὄρνιν ἔχεις με τεῆς ἀλύτοιο κορείης,
  6. μαρτυρίην μεθέπουσαν ἀνυμφεύτων σἐο λέκτρων.
  7. εἰμὶ Θέτις φυγόδεμνος ὁμοίιος, εἰμὶ καὶ αὐτή,
  8. οἷά τε Χαλκομέδη, φιλοπάρθενος· οὐρανόθεν δὲ
  9. Ζεύς με πατὴρ ἐδίωκε καὶ ἤθελεν εἰς γάμον ἕλκειν,
  10. εἰ μή μιν ποθέοντα γέρων ἀνέκοπτε Προμηθεὺς
  11. θεσπίζων Κρονίωνος ἀρείονα παῖδα φυτεῦσαι,
  12. μὴ Θέτιδός ποτε κοῦρος ἐπιβρίσειε τοκῆι
  13. καὶ Κρονίδην ἐλάσειεν, ἅτε Κρόνον ὑψιμέδων Ζεύς.
  14. γίνεό μοι δολόεσσα φερέσβιος· αὐτοφόνος γὰρ
  15. αἴ κε θάνῃς ἀδίδακτος ἀνυμφεύτων ὑμεναίων,
  16. Βασσαρίδων στίχα πᾶσαν ἀνάρσιος Ἰνδὸς ὀλέσσει·
  17. ἀλλά μιν ἠπερόπευε, καὶ ἐκ θανάτοιο σαώσεις
  18. σὴν στρατιὴν φύξηλιν ἱμασσομένου Διονύσου,
  19. ψευδομένη Παφίης κενεὸν πόθον· εἰ δέ σε Μορρεὺς
  20. εἰς εὐνὴν ἐρύσειεν ἀναινομένην ὑμεναίους,